Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.69.2 | Hdt. 7.71.1 (English) | >>Hdt. 7.74.1 |
7.70.1
τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης , οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο ) προσετετάχατο τοῖσι Ἰνδοῖσι , διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι , φωνὴν δὲ καὶ τρίχωμα μοῦνον · οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχες εἰσί , οἱ δʼ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων .
7.70.2 οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο , προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ · καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα , τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον · προβλήματα δὲ ἀντʼ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς .
ch. 71
7.71.1
ch. 72
7.72.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.69.2 | Hdt. 7.71.1 (English) | >>Hdt. 7.74.1 |